Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.288 Joseph. AJ 12.292 (English) >>Joseph. AJ 12.297

12.290 δὲ Ἰούδας ἀπαντήσας αὐτῷ καὶ συμβαλεῖν προαιρούμενος, ἐπεὶ τοὺς στρατιώτας ἑώρα πρὸς τὴν μάχην διά τε τὴν ὀλιγότητα καὶ διʼ ἀσιτίαν, νενηστεύκεσαν γάρ, ὀκνοῦντας, παρεθάρσυνεν λέγων οὐκ ἐν τῷ πλήθει τὸ νικᾶν εἶναι καὶ κρατεῖν τῶν πολεμίων, ἀλλʼ ἐν τῷ πρὸς τὸ θεῖον εὐσεβεῖν. 12.291καὶ τούτου σαφέστατον ἔχειν παράδειγμα τοὺς προγόνους, οἳ διὰ δικαιοσύνην καὶ τὸ περὶ τῶν ἰδίων νόμων καὶ τέκνων ἀγωνίζεσθαι πολλὰς πολλάκις ἥττησαν μυριάδας· τὸ γὰρ μηδὲν ἀδικεῖν ἰσχυρὰ δύναμις. 12.292ταῦτʼ εἰπὼν πείθει τοὺς σὺν αὐτῷ καταφρονήσαντας τοῦ πλήθους τῶν ἐναντίων ὁμόσε χωρῆσαι τῷ Σήρωνι, καὶ συμβαλὼν τρέπει τοὺς Σύρους· πεσόντος γὰρ τοῦ στρατηγοῦ πάντες φεύγειν ὥρμησαν, ὡς ἐν τούτῳ τῆς σωτηρίας αὐτοῖς ἀποκειμένης. ἐπιδιώκων δʼ ἄχρι τοῦ πεδίου κτείνει τῶν πολεμίων ὡσεὶ ὀκτακοσίους· οἱ δὲ λοιποὶ διεσώθησαν εἰς τὴν παραλίαν. 12.293

Ταῦτα ἀκούσας βασιλεὺς Ἀντίοχος μεγάλως ὠργίσθη τοῖς γεγενημένοις, καὶ πᾶσαν τὴν οἰκείαν δύναμιν ἀθροίσας καὶ πολλοὺς ἐκ τῶν νήσων μισθοφόρους παραλαβὼν ἡτοιμάζετο περὶ τὴν ἀρχὴν τοῦ ἔαρος εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. 12.294ἐπεὶ δὲ τὸ στρατιωτικὸν διανείμας ἑώρα τοὺς θησαυροὺς ἐπιλείποντας καὶ χρημάτων ἔνδειαν οὖσαν, οὔτε γὰρ οἱ φόροι πάντες ἐτελοῦντο διὰ τὰς τῶν ἐθνῶν στάσεις μεγαλόψυχός τε ὢν καὶ φιλόδωρος οὐκ ἠρκεῖτο τοῖς οὖσιν, ἔγνω πρῶτον εἰς τὴν Περσίδα πορευθεὶς τοὺς φόρους τῆς χώρας συναγαγεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.288 Joseph. AJ 12.292 (English) >>Joseph. AJ 12.297

Powered by PhiloLogic